Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25-5
Not analysed yet
καὶ θαυμαστά, φησι διαφθερεῖ, καὶ κατευθυνεῖ, καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ. ἀντὶ τοῦ οὐδὲν αὐτῷ ἐμποδὼν ἔσται, ἀλλ’ ὅσα ἂν θελήσῃ, ταῦτα ποιήσει. περὶ τῶν τοιούτων ὁ μακάριος παραινεῖ δαβὶδ λέγων· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. συμβαίνει γὰρ πολλάκις καὶ τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας εὐοδοῦσθαι λίαν παράνομα τολμῶντας. ὁ ζυγὸς οὖν φησὶ τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ. ἀντὶ τοῦ πάντα ἃ ἂν προστάξῃ τοῖς ὑπηκόοις, ἀναγκάσει ταῦτα πληροῦν. εἶτα τὸ πανοῦργον αὐτοῦ καὶ ὕπουλον προλέγων· δόλος φησὶν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλούς. ἐξ ἀρχῆς γὰρ γυμνάσιον ἐν ἱεροσολύμοις οἰκοδομηθῆναι προσέταξεν, εἶτα χοιρείων μεταλαμβάνειν κρεῶν· ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν· ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις, τοὺς εὐσεβεῖς ἐξαπατῆσαι πειρώμενος, καὶ βασιλικὰς δωρεὰς ὑπισχνεῖτο, παρανομοῦντας ἅπαντας ἰδεῖν ἐφιέμενος. διὰ τοῦτό φησι· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθήσεται. μέγιστον γὰρ ἑαυτὸν πάντων ἀνθρώπων ἡγήσατο, καὶ δόλῳ διαφθερεῖ πολλούς, οὓς ἂν ἐξαπατῆσαι ἰσχύσῃ. καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν φησὶ σταθήσεται. ἀντὶ τοῦ ἐνστάσει χρήσεται, ἕως ἂν ἴδῃ πολλοὺς τὴν οἰκείαν ἀπολλύντας σωτηρίαν. μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων μανίᾳ, καὶ ἐπὶ ἄρχοντά φησιν ἀρχόντων στήσεται. τουτέστι, κατ’ αὐτοῦ τοῦ βασιλέως τῶν βασιλέων, καὶ κυριεύοντος τῶν κυριευόντων, τῇ λύττῃ χρήσεται, μιαίνειν ἐπιχειρῶν τὸν ἀνακείμενον αὐτῷ νεών. καὶ δεικνὺς τὴν δοθεῖσαν αὑτῷ κατὰ τῶν ἰουδαίων συγχώρησιν. καὶ ὡς ὠά φησιν ἐν χειρὶ συντρίψει αὐτούς. οὕτω φησὶ μετὰ πολλῆς εὐκολίας ταῦτα πάντα ἐργάσεται, ὡς εἴ τις ὠὰ τῇ χειρὶ συντρίψαι θελήσειεν. αἰνίττεται δὲ ἐνταῦθα καὶ τὴν αὐτῶν τῶν ἰουδαίων ῥαθυμίαν, καὶ ὅτι αὐτοὶ τῶν θείων ἀμελήσαντες κατελείφθησαν ὑπὸ τοῦ θεοῦ, καὶ γυμνοὶ τῆς ἄνωθεν προνοίας ἐγένοντο. τούτοις ἐπιφέρει·