Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25-6
Not analysed yet
καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου, ἐν δυνάμει μεγάλῃ. ταύτην αὐτοῦ τὴν κατὰ τῆς αἰγύπτου ἔφοδον, καὶ ἡ πρώτη τῶν μακκαβαίων διδάσκει ἱστορία. εἰσῆλθε γάρ φησιν ἀντίοχος εἰς αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν ἅρμασι καὶ ἐλέφασι, καὶ ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ, καὶ συνεστήσατο πόλεμον πρὸς πτολεμαῖον βασιλέα αἰγύπτου ,καὶ ἐνετράπη πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε, καὶ ἔπεσαν τραυματίαι πολλοί, καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ αἰγύπτου ,καὶ ἔλαβον τὰ σκῦλα τῆς αἰγύπτου. καὶ ταῦτα προδιδασκόμενος ὁ μακάριος δανιὴλ ἤκουσε. καὶ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον πρὸς αὐτὸν ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς. ἀντὶ τοῦ πολλαῖς καὶ παντοδαπαῖς ἐνέδραις χρήσονται κατ’ αὐτοῦ.