Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26
Not analysed yet
ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος εἶπε τῷ δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ ; ἐπισημήνασθαι δεῖ καὶ τοῦτο, ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ ̓ ὅτε τῷ βασιλεῖ διαλέγεται, ταύτην αὐτῷ τὴν προσηγορίαν ἐπιτεθεικότι. ἐρωτιθεὶς δὲ ὅμως, εἰ δύναιτο καὶ τὸ ἐνύπνιον, καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀπεκρίνατο λέγων·