Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-3
Not analysed yet
καὶ ὅτι εἶπε, φησίν, ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ’ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν οὐράνιον· ἀποστερηθεὶς γὰρ τῆς βασιλείας κἀκεῖνα ὑπομείνας ἅπαντα, ἐπιγνώσῃ τῆς βασιλείας τὸν χορηγόν, εἶτα γνοὺς ἀπολήψῃ πάλιν τὴν προτέραν ἐξουσίαν· ἵνα καὶ τῇ ἀφαιρέσει, καὶ τῇ ἀποδόσει, μάθῃς ἀκριβῶς, τίς ὁ τῶν ὅλων κυβερνήτης, τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων. οὕτως εἰρηκὼς τὰ ἐσόμενα, παραίνεσιν εἰσφέρει καὶ συμβουλὴν ἀρίστην, καὶ φάρμακον προσφέρει συμβαῖνον τῷ τραύματι.