Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-6
Not analysed yet
καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς ῥηθείσης ἀληθής ἐστιν. ἀντὶ τοῦ καὶ ὁ ὡρισμένος χρόνος ταῖς συμφοραῖς ἀναμφιβόλως ἐστὶν ἀληθής. ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῷ μέσῳ χρόνος, σφράγισόν φησι τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. ἀντὶ τοῦ ἀσαφῆ αὐτὴν τοῖς πολλοῖς κατάλιπε· σοὶ γὰρ ὡς ποθοῦντι ταῦτα δῆλα πρὸ τῶν πραγμάτων πεποίηκα.