Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-8
Not analysed yet
καὶ φάγονταί φησι τὰ δέοντα αὐτοῦ. τουτέστι καταναλώσουσιν αὐτοῦ πᾶσαν τὴν πρόσοδον, καὶ τὸν τελούμενον αὐτῷ φόρον ληιζόμενοι εἰς ἑαυτοὺς μεταθήσουσι. καὶ συντρίψουσιν αὐτὸν καὶ δυνάμεις αὐτοῦ καταλύσει, καὶ πεσοῦντα· τραυματίαι πολλοί. οὐκ αὐτὸν γὰρ μόνον, ἀλλὰ καὶ τὴν στρατιὰν αὐτοῦ δίκην κατακλυσμοῦ διαφθερεῖ, καὶ πολὺν ἐργάσεται φόνον.