Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28
Not analysed yet
τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾶ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν δυναμένων ἀναγγεῖλαι τῷ βασιλεῖ. ἀλλ ̓ ἔστι θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια . θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο. ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν Θεὸν εἶναι, ἔφη, τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδάσκαλον. προστέθεικε δὲ ἐν οὐρανῷ τοὺς κάτωγινομένους καὶ προσκυνουμένους ἐκβαλὼν θεούς. καὶ τῷ μὲν ἑνικῷ ὀνόματι τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν τῇ δὲ ἐν οὐρανῷ διαγωγῇ τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεούς, ἀλλ ̓ ἀπάτην ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων τὴν τέχνην. οὗτος, φησὶν, ἐγνώρισεν ὁ θεὸς τῷ βασιλεῖ ναβουχοδονόσορ ,ἃ δεῖ γενέσθαι ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν . οὕτω προοιμιασάμενος πάλιν ἐπισπᾶται τῇ εὐλογίᾳ εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν. βασιλεῦ, γάρ, φησίν ,εἰς τοὺς αἰῶνας ζῆθι . ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν καὶ τὴν ἑρμηνείαν ἐπάγειν καὶ προλέγειν αὐτῷ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενός φησίν· εὐχὴ φησὶν ἐστὶν ὅτι ἐμοὶ εὐχὴ ζῇν σε διηνεκῶς. μὴ τοίνυν ἐμοὶ ἐπιγράψῃς τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον. εἶτά φησι τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου, ἐπὶ τῆς κοίτης σου ,τοῦτο ἐστι βασιλεῦ. ἅ νύκτωρ ἐθεάσω, ταῦτά ἐστιν·