Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 27-2
Not analysed yet
διὰ τοῦτο γάρ φησι βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. δηλοῖ δὲ διὰ τούτων τὴν ἄπληστον ὠμότητα ᾗ κατὰ τῶν ὑπηκόων ἐχρήσατο. βούλει, φησί, φιλανθρωπίας ἀπολαῦσαι; ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν αὐτὴν σοὶ φύσιν λαχόντας· οὕτω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλήν, καὶ καταλιπεῖν ἀτέλεστον. ἴσως γάρ φησιν ἔσται μακροθυμία τοῖς παραπτώμασί σου. ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώμην· ὁ δὲ μείνας ἀτεράμων καὶ ἀκαμπὴς ἐδέξατο τῆς παρανομίας τὰ ἐπίχειρα, καὶ ἅπερ ἤκουσεν ἀλγεινά, ταῦτα τοῖς ὀφθαλμοῖς ἐθεάσατο. εἶτα καὶ σημαίνει τῆς θείας μακροθυμίας τὸν χρόνον· δυοκαίδεκα γὰρ διαδραμόντων μηνῶν, ἐδέξατο ἡ διὰ τῆς προρρήσεως ἀπειλὴ τῶν πραγμάτων τὸ τέλος. καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφώς, κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσε προθεσμίαν. πρὸς ὃν ὁ μακάριος εἴποι ἂν παῦλος εἰκότως· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. ταῦτα γὰρ συνέβη καὶ τῷ ναβουχοδονόσορ ,τῇ τοῦ θεοῦ μακροθυμίᾳ, εἰς δέον οὐ χρησαμένῳ. καὶ τούτου μάρτυς αὐτὸς οὑτωσὶ λέγων·