Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28-3
Not analysed yet
φαρές· διῃρέθη ἡ βασιλεία σου, καὶ ἐδόθη μήδοις καὶ πέρσαις. ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε τὸν μὲν ναβουχοδονόσορ παιδεύσας ὁ τῶν ὅλων θεὸς πάλιν εἰς τὴν βασιλείαν ἐπανήγαγε, τοῦτον δὲ παραυτίκα καὶ τῆς βασιλείας καὶ αὐτῆς ἐστέρησε, καὶ τῆς ζωῆς. σκοποῦντες τοίνυν εὑρίσκομεν, πρῶτον μὲν, ὅτι ναβουχοδονόσορ ἕτερον ἀσεβείας τίσαντα δίκας οὐκ ἐθεάσατο, διὸ καὶ συγγνώμης αὐτὸν ἠξίωσεν ἡ δικαία τοῦ θεοῦ ψῆφος· οὗτος δὲ τὴν μεγίστην τοῦ πατρὸς θεασάμενος τιμωρίαν, οὐδὲν ἐκεῖθεν ἀπώνατο. εἰκότως τοίνυν ὁ δίκαιος κριτὴς ἐπ’ ἐκείνου μὲν ῥητῷ χρόνῳ τὴν τιμωρίαν περιώρισε, τοῦτον δὲ οὐδεμιᾶς συγγνώμης ἠξίωσεν. ἄλλως τε καὶ πάντα προορῶν ὁ θεὸς τὰ ἐσόμενα, καὶ οὕτως αὐτὰ σαφῶς γινώσκων ὡς ἤδη γενόμενα, ἐκείνου μὲν προειδὼς τὴν μεταμέλειαν, οὕτω τὰ κατ’ αὐτὸν ᾠκονόμησε, τούτου δὲ προγινώσκων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ καταλύει τῆς ἀσεβείας τὴν αὔξησιν. εὐθὺς δὲ ἀκούσας ὁ βαλτάσαρ τῶν ὑπὸ τοῦ δανιὴλ ἑρμηνευθέντων, ἐκέλευσεν αὐτὸν τὸ προκείμενον ἆθλον λαβεῖν, τὴν πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν· εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον, τῇ τοῦ κήρυκος χρώμενος φωνῇ τοὺς ὑπηκόους ἐδίδασκεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφηνεν ἄρχοντα. ἀλλ’ οὐδὲν τούτων τὴν θείαν ἀπόφασιν ἔλυσεν.