Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 30-3
Not analysed yet
καὶ μετὰ δώδεκα μῆνας, ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν βαβυλῶνι περιπατῶν ἦν, καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ, καὶ ἐπὶ τῶν πύργων αὐτοῦ διεπορεύετο. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· οὐκ αὐτή ἐστι βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου; βλέπε τοῦ φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν. ἐγὼ γὰρ αὐτήν φησι βασιλικὴν πόλιν ἐποιησάμην βασίλεια καταστησάμενος ἐν αὐτῇ, εἰς τιμὴν τῆς δόξης μου· ἐποίησα δὲ ταῦτα ἰσχὺν ἔχων μεγίστην, καὶ πάντων κεκρατηκώς. ἀλλὰ μὴν φρυαττόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο τοῖς λόγοις· ὁ δὲ δεσπότης θεὸς παραυτίκα τὴν τιμωρίαν ἐπήγαγεν.