Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-8
Not analysed yet
καὶ εἶδον φησὶ τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βορρᾶν καὶ νότον. τά τε γὰρ βόρεια, τὰ τε νότια, ὑπήκοα εἶχεν ἅπαντα, ὡσαύτως δὲ καὶ τὰ ἑσπέρια μέχρις αὐτῆς τῆς θαλάσσης· καὶ τῶν νήσων δὲ τὰς πλείστας δουλεύειν ἠνάγκασεν. αὐτίκα τοίνυν τῷ ξέρξῃ καὶ κύπριοι, καὶ ῥόδιοι, σάμιοί τε καὶ λέσβιοι, καὶ χῖοι, καὶ αἱ κυκλάδες ἅπασαι συνεμάχουν τὴν κατὰ τῆς ἑλλάδος στρατείαν ποιουμένῳ τούτου ἕνεκεν εἶδεν τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βορρᾶν καὶ νότον, καὶ πάντα φησὶ τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὑτοῦ, καὶ ἐμεγαλύνθη. θηρία δὲ πάλιν τὰς ἄλλας βασιλείας καλεῖ τὰς μερικάς, τὴν σύρων, τὴν κιλίκων, τὴν ἀράβων, τὴν αἰγυπτίων· θηρία δὲ αὐτὰς ὀνομάζει, διὰ τὸ φοβερὰς εἶναι τοῖς ἀρχομένοις. οὐδεμία τοίνυν φησὶ βασιλεία ἀντιστῆναι ἠδύνατο ἐκείνῃ τῇ βασιλείᾳ κερατιζούσῃ κατὰ νότον, καὶ βορρᾶν, καὶ θάλασσαν, οὔτε οἷός τε ἦν τις ἀνθρώπων ἐκείνης τῆς δυναστείας ἐλεύθερον ἀποφῆναί τινα, ἀλλ’ ἅπαν τὸ δοκοῦν εἰς πέρας ἦγε.