Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-9
Not analysed yet
καὶ προσηυξάμην φησὶ πρὸς κύριον τὸν θεὸν μου καὶ ἐξωμολογησάμην καὶ εἶπον· κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰ προστάγματά σου. καλεῖ δὲ μέγαν καὶ θαυμαστὸν ὡς μεγάλα καὶ θαυμαστὰ ποιεῖν δυνάμενον. ἀπὸ γὰρ τῶν ἐνεργειῶν οἱ θεῖοι ἄνδρες τὰς θείας προσηγορίας τιθέναι φιλοῦσι φυλάττειν δὲ καὶ αὐτὸν ἔφη τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσιν αὐτόν. τῶν πρὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἀναμιμνήσκων ἐπαγγελιῶν. μετὰ πάσης δὲ ἀκριβείας εὐχόμενος, διδάσκει, ὅτι οὐχ ἁπλῶς φυλάττει, ἀλλὰ τοῖς ἀγαπῶσιν αὐτόν, καὶ φυλάττουσι τὰς ἐντολὰς αὐτοῦ. εἰ γάρ τίς φησι παραβῃ σου τὰ προστάγματα, ἀνάξιον ἑαυτὸν τῶν ὑποσχέσεών σου καθίστησι. τοῦτο δὲ καὶ ἡμῖν συνέβη.