Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 31-2
Not analysed yet
ἔτι γάρ φησι τοῦ λόγου ὄντος ἐν τῷ στόματι τοῦ βασιλέως, φωνὴ ἀπ’ οὐρανοῦ ἐγένετο. ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν ἀνελθεῖν ὠνειροπόλησεν, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν· καὶ ἐπειδὴ οὐκ ἀπέχρησεν αὐτῷ τὰ κάτω βασίλεια, ἀλλ’ ἅμα καὶ τῶν ἄνω μανικῶς ἐπεθύμησεν, ἔρημος γίνεται καὶ τῶν κάτω· καὶ τὸν οὐρανὸν ἁρπάσαι θελήσας, καὶ τῆς γῆς ἐξελαύνεται. φωνὴ τοίνυν ἦλθεν ἀπ’ οὐρανοῦ· σοὶ σοὶ λέγεται ναβουχοδονόσορ βασιλεῦ. ὁ δὲ τῆς ἀντωνυμίας διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται, ἀλλ’ εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται. καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα, καὶ τὴν παροῦσαν ἔτι δόξαν, καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς.