Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 33-3
Not analysed yet
καὶ οἱ συνετοὶ λαοῦ, φησί, συνήσουσιν εἰς πολλά. οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ θεοῦ χορηγηθείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου καταφρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τελευτὴν τῆς μετ’ ἀσεβείας ζωῆς προτιμήσουσι. καὶ τοῦτο σημαίνων ἐπήγαγε· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν αὐτῶν. διαφόροις γὰρ καὶ παντοδαποῖς κολαστηρίοις ὁ δυσσεβὴς χρώμενος καταπλήττειν ἐπειρᾶτο τοὺς εὐσεβεῖς, ἄωρον αὐτοῖς ἐπιφέρων θάνατον, καὶ οἱονεὶ τὰς ὑπολοίπους αὐτῶν διαρπάζων ἡμέρας. εἶτα τὰ ὑπὸ τοῦ μακαρίου ματταθίου καὶ τῶν υἱέων αὐτοῦ ἐσόμενα προλέγει·