Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 34
Not analysed yet
μὴ παραδῶς γάρ φησίν ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν . καὶ τὴν διαθήκην σου μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν. τολμῶμεν δέ, φησί, ταῦτα λέγειν, πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες. πρῶτον μὲν αὐτὸ τῆςσῆς δεσποτείας τὸ ὄνομα ἔπειτα τὸν ἀμέτρητον ἔλεον ᾧ κεχρημένος ἰθύνεις τὰ σύμπαντα πρὸς τούτοις τὰς πρὸς τοὺς πατέρας ἡμῶν συνθήκας. ὑπέσχου γὰρ ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν. εἶτα καὶ τῶν ὀνομάτων τῶν πατέρων μέμνηται, τῇ μνήμῃ τῶν δικαίων τὸν ἀγαθὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος.