Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 34-3
Not analysed yet
καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν. τῆς γὰρ θείας χάριτος ἀπολαύσουσι, καὶ τέως τῶν πολεμούντων περιγενήσονται· οὐ μὴν εἰρήνης καὶ πολέμων ἀπαλλαγῆς ἐν ταῖς τούτων ἀπολαύσουσιν ἡμέραις. διὸ βοήθειαν μικρὰν τὰς γενομένας ἐν μέσῳ τῶν πολέμων ἀνακωχὰς προσηγόρευσε. καὶ προστεθήσονταί φησι πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι. ταύτην γάρ φησι τὴν ἀνδραγαθίαν ὁρῶντες, καὶ τῶν ὀλισθησάντων πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων, μεταμελείᾳ χρησάμενοι, πρὸς αὐτοὺς δραμοῦνται.