Ancient Greek · ~11 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 35-2
Not analysed yet
καὶ ἀπὸ τῶν συνιέντων φησὶν ἀσθενήσουσι πολλοί. καὶ τῶν εὐσεβεῖν δοκούντων εἰς τοὐναντίον τραπήσονται. τοῦ πυρῶσαι φησὶν ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι, καὶ ἐκλευκᾶναι ἕως καιροῦ πέρας· διότι ἔτι εἰς καιρόν. οὐδὲ ταῦτα φησὶ βλάψει τοὺς ἐσομένους ἀνθρώπους· διδαχθήσονται γὰρ ἐντεῦθεν τοῖς προτέροις μὴ θαρρεῖν κατορθώμασιν, ἀλλ’ ἀεὶ δεδοικέναι καὶ τρέμειν, κατὰ τὴν τοῦ μακαρίου παύλου παραίνεσιν· ὁ δοκῶν γάρ φησιν ἑστάναι, βλεπέτω μὴ πέσῃ. αἱ γὰρ τῶν καιρῶν μεταβολαὶ οἱονεὶ πυροῦσι, καὶ δοκιμάζουσι, καὶ ἀποκρίνουσι τοῦ δοκίμου τὸ κίβδηλον· οὐ μὴν δὲ ἀλλὰ καὶ λευκαίνουσιν οἱονεὶ ἔριον, καὶ δοκιμάζουσιν, εἴτε φυσικὴν εἴτε ἐπείσακτον ἔχει τὴν χροιάν, καὶ εἴτε ὅλον διόλου ἐμπεφυκὸς τὸ χρῶμα, εἴτε τῇ ἐπιφανείᾳ ἐπικείμενον μόνῃ. ταῦτα μέν φησι κατὰ τὸν παρόντα βίον μερικῶς γίνεται· ἐν δὲ τῷ μέλλοντι χρόνῳ ἡ καθόλου τῶν ἀνθρώπων ἐξέτασις ἔσται. ταῦτα περὶ ἀντιόχου τοῦ ἐπιφανοῦς εἰρηκὼς μεταβαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον· ἀρχέτυπον δὲ τοῦ ἀντιόχου ὁ ἀντίχριστος, καὶ τοῦ ἀντιχρίστου εἰκὼν ὁ ἀντίοχος. ὥσπερ γὰρ ἐκεῖνος ἀσεβεῖν ἠνάγκαζεν ἰουδαίους, καὶ πολιτεύεσθαι παρανόμως· οὕτως ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ὑπεραιρόμενος καὶ ὑπερυψούμενος ὑπὲρ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ᾗ φησιν ὁ μακάριος παῦλος, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ εἰσελθόντα καθίσαι, ἀποδεικνύοντα ἑαυτόν, ὅτι ἔστι θεός, ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους· οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσεβῶν διαπράξεται, νῦν μὲν ταῖς ἀπατηλαῖς θαυματουργίαις ἐξαπατᾶν καὶ φενακίζειν πειρώμενος, νῦν δὲ τῇ δυναστείᾳ χρώμενος, καὶ πᾶν εἶδος τιμωρίας ἐπιφέρων τοῖς τῆς εὐσεβείας τροφίμοις. εἰ δέ τις τὴν ἀκολουθίαν τῆς προφητείας ἐπιζητῶν μὴ πιστεύει ταῦθ’ οὕτως ἔχειν, εἰς νοῦν τὴν εὐαγγελικὴν διδασκαλίαν λαβέτω· καὶ γὰρ ἐκεῖ κατὰ ταὐτὸν ὁ κύριος τὰ περὶ τῆς κοινῆς συντελείας προλέγει, καὶ τὰ περὶ τῆς συντελείας τῆς ἱερουσαλὴμ· εἰρηκὼς γὰρ· προσεύχεσθε ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ ἐν σαββάτῳ. τοῦτο δὲ ἰουδαίοις μόνοις ἁρμόττει. εὐθὺς ἐπήγαγεν· ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. καὶ δεικνὺς ὡς οὐδὲν τούτων ἰουδαίοις προσήκει, ἐπήγαγεν· τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ χριστὸς ἢ ἐκεῖ, μὴ πιστεύσητε. καὶ προειρηκὼς περὶ τῶν ψευδοχρίστων ὀλίγα, ἐπάγει· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως, ἵνα μὴ καθ’ ἕκαστον λέγω. ἐντεῦθεν τοίνυν ποδηγούμενοι, καὶ τὴν προφητείαν νοήσομεν, μεταβᾶσαν μὲν ἀπὸ τοῦ ἀντιόχου ἐπὶ τὸν ἀντίχριστον, ὡς ἀπὸ εἰκόνος ἐπὶ ἀρχέτυπον, σαφῶς δὲ ἡμᾶς τὰ κατ’ ἐκεῖνον προδιδάσκουσαν.