Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 36-3
Not analysed yet
ποιήσει γάρ φησι κατὰ τὸ θέλημα αὑτοῦ ὁ βασιλεύς, καὶ ὑψωθήσεται, καὶ μεγαλυνθήσεται, ἐπὶ πάντα θεόν, καὶ ἐπὶ τὸν θεὸν τῶν θεῶν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ. ἀντὶ τοῦ εὐοδωθήσεται, ἀλλ’ οὐκ εἰς τέλος. μέχρι γὰρ τοῦ συντελεσθῆναι τὴν ὀργήν. ἕως ἂν σφόδρα φησὶ τὴν θείαν ὀργὴν ἐκκαύσῃ, καὶ ταύτην ἐπισπάσηται. ὀργὴν δὲ τὴν τιμωρίαν καλεῖ· ἀπαθὲς γὰρ τὸ θεῖον. εἰς γὰρ συντέλειάν φησι καὶ σπουδὴν γίνεται. καὶ γὰρ οὗτός φησι προγινώσκων τὸ ἑαυτοῦ τέλος, πολλῇ χρήσεται σπουδῇ εἰς ἀσέβειαν ἅπαντας ἐκκαλούμενος, καὶ πολλοὺς κοινωνοὺς τῆς τιμωρίας λαβεῖν βουλόμενος. τὰ δὲ ἐπαγόμενα σαφέστερον ἐλέγχει τὴν ἄνοιαν τῶν οἰομένων περὶ ἀντιόχου ταῦτα εἰρῆσθαι. φησὶ γάρ·