Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 37-5
Not analysed yet
καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει. εὑρίσκομεν δὲ τὸν ἀντίοχον εἰδωλικῶν βωμῶν τήν τε ἱερουσαλὴμ καὶ πᾶσαν τὴν ἰουδαίαν ἐμπλήσαντα, καὶ ἐν τῷ ναῷ τοῦ θεοῦ τῷ διὶ θύσαντα, καὶ διὸς μὲν ὀλυμπίου τὸν ἐν ἱεροσολύμοις νεὼν προσαγορεύσαντα, διὸς δὲ ξενίου τὸν ἐν τῷ γαριζείν . πῶς τοίνυν ὁ οὕτως δεισιδαίμων, ὁ οὕτως εἰδωλολάτρης, ἐπὶ θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει· πᾶν γὰρ τοὐναντίον ὁ ἀντίοχος ποιῶν διετέλει· τοὺς πατρῴους γὰρ σέβων θεούς, τὸν ὑπὸ τῶν ἰουδαίων προσκυνούμενον ἠρνεῖτο θεόν. οὐδαμῶς τοίνυν τῷ ἀντιόχῳ ταῦτα ἁρμόττει, ἀλλ’ αὐτῷ τῷ ἀρχετύπῳ τοῦ ἀντιόχου, οὗ εἰκὼν καὶ τύπος ὁ ἀντίοχος γεγονώς, νικῆσαι εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλονείκησε. περὶ τοῦ ἀντιχρίστου τοίνυν λέγει, ὅτι ἐπὶ πάντας θεοὺς πατέρων αὑτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει. καὶ τοῦτο δὲ ἄντικρυς ἐναντίον τοῖς τοῦ ἀντιόχου ἐπιτηδεύμασιν. οὗτος γὰρ οὐδὲ ταῖς γάμου νόμῳ συνημμέναις μόναις ἠρκεῖτο, ἐξ ὧν ἀντίοχόν τε τὸν εὐπάτορα καὶ ἀλέξανδρον ἐπαιδοποίησεν, ἀλλὰ καὶ παλλακίσιν ἀκολάστοις ἐμίγνυτο. τῆς δὲ μιᾶς καὶ ἡ δευτέρα τῶν μακκαβαίων μνημονεύει, καί φησιν ὁ συγγραφεὺς οὕτως συνέβη δὲ ταρσεῖς καὶ μαλλεώτας στασιάζειν, διὰ τὸ ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι. ὁ τοίνυν τοσαύτῃ δουλεύων ἀκολασίᾳ, ὡς πόλεις τοιαύτας καὶ τηλικαύτας ἑταιρικῷ δωρήσασθαι γυναίῳ, πῶς ἐπὶ ἐπιθυμίαν γυναικῶν οὐ συνήσει; οὐκοῦν καὶ ἐντεῦθεν σαφῶς ἁμαρτάνοντες ἐξελέγχονται οἱ εἰς ἀντίοχον ταῦτα λαμβάνειν ἐπιχειροῦντες. ἡμεῖς δὲ ἐπανέλθωμεν ὅθεν ἐξήλθομεν. καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν, φησίν, οὐ συνήσει καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται. ἀντὶ τοῦ οἰήσεται πάντων εἶναι μέγιστος.