Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 37-2
Not analysed yet
σύ, φησί ,βασιλεῦ βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ . oὐ γὰρ ἀπὸ ἰσχύος, φησίν, ἀνθρωπίνης πάντων περιγεγένησαι ἀλλὰ τοῦ θεοῦ τοῦ τὴν ἐπουράνιον ἔχοντος βασιλείαν, ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν, ὥστε τῶν ἐν παντὶ τόπῳ ὄντων ἀνθρώπων ἡγεμονεύειν τε καὶ βασιλεύειν, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ δέδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων. καὶ θηρία μὲν καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους, πετεινὰ δὲ τοὺς συνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώπων ὑπερτέρους, καὶ πτηνοὺς τὴν διάνοιαν τούτων φησὶν ἀπάντων ἀπέφηνέ σε βασιλέα. σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ . τουτέστιν, ἡ σὴ βασιλεία. οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας. καὶ γὰρ μετὰ τὴν τελευτὴν γὰρ αὐτοῦ. εὐιλὰδ μαραδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων, καὶ μετ ̓ ἐκεῖνον βαλτάσαρ. εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη, ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ ,πῶς νοήσομεν τό· ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σοῦ ; οὔτε γὰρ τὴν τῶν υἱέων αὐτοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν περσικήν. οὐκοὖν κεφαλὴ ἡ χρυσῆ οὐκ αὐτὸς ὀ ναβουχοδονόσορ ,ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων εἴτουν βαβυλωνίων βασιλεία.