Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 37-3
Not analysed yet
ὅτι, δέσποτα, φησίν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ πάσῃ τῇ γῇ σήμερον. καὶ ἵνα μὴ ψευδῶς κατηγορήσῃ τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγε λέγων· διὰ τὰς ἁμαρτίας ἡμῶν. οὐ γὰρ σύ, φησί, δέσποτα τὰς ὑποσχέσεις ἐψεύσω, ἀλλ ̓ ἡμεῖς τὰς συνθήκας παρέβημεν, καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν, καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὀλιγώθημεν. τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· ἐσμικρύνθημεν. παρὰ πάντα τὰ ἔθνη οὐ γὰρ εἶπεν μικροὶ ἐσμὲν καὶ ὀλίγοι παρὰ πάντα τὰ ἔθνη, ἀλλ’ ἐσμικρύνθημεν, τουτέστιν, ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν, παραβάντες δέ σου τὰς ἐντολὰς ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα. εἶτα ὑποδείκνυσι τῷ θεῷ τὴν κατέχουσαν συμφοράν, οὐχ ὡς ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῇ διηγήσει τῶν λυπερῶν εἰς φιλανθρωπίαν ἐκκαλούμενος.