Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 38
Not analysed yet
καὶ οὐκ ἔστι, φησίν ,ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. ἀπεστερήμεθα γάρ, φησί, βασιλείας, προφητείας, ἱερωσύνης ,τῶν θείων σου καὶ μεγάλων δωρεῶν, δι ̓ ὧν κυβερνώμενοι διετελοῦμεν οὐδὲ ὁλοκαύτωσις, φησίν, οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, καὶ δεικνὺς τὴν αἰτίαν, δι’ ἣν ἀδύνατον θῦσαι, ἀκολούθως ἐπήγαγεν· οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεον. ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν ἑνὶ περιέγραψε τόπῳ καὶ παρανομία σαφὴς ὸ ἐν ἑτέρῳ τόπῳ προσενεγκεῖν σοι θυσίαν τούτων ἀκούειν οὐκ ἐθέλουσιν οἱ ἰουδαῖοι ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες καὶ τὰ ὦτα βύσαντες πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν. οἱ δὲ ἅγιοι οὗτοι παῖδες ,τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπῶσαι ἐνώπιον αὐτοῦ καὶ εὑρεῖν. ἔλεον. καὶ ἐπειδὴ τούτου, φησί, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ δέσποτα.