Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 38-2
Not analysed yet
καὶ θεὸν μαωζεὶμ ἐπὶ τόπου αὑτοῦ δοξάσει, καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἐν λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι. τῶν γὰρ πατέρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων, καὶ τὸν ἐπὶ πάντων θεὸν σφᾶς αὐτοὺς ὀνομάσαι μὴ τετολμηκότων, οὗτος θεὸν ἰσχυρὸν καὶ δυνατὸν (τοῦτο γὰρ σημαίνει τὸ μαωζείμ) ἑαυτὸν προσαγορεύει. τὸ γὰρ ἐπὶ τόπου αὐτοῦ ἀντὶ τοῦ ἑαυτὸν τέθεικε.