Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 40-2
Not analysed yet
ἐν ψυχῇ γὰρ σϋντετρϊμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν προσφέροντές σοι τὴν ἱκετείαν προσδεχθῆναι αὐτὴν παρακαλοῦμεν. ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν σήμερον ἐνώπιόν σου καὶ ἐκτελείσθω ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί . ἐπειδὴ γάρ, φησίν, ὁ σὸς νόμος ἐν παντί σοι τόπῳ προσφέρειν τὰς νενομισμένας θυσίας οὐ συγχωρεῖ ἀντὶ κριῶν καὶ ταύρων καὶ ἀρνῶν τὸν ἀριθμὸν νικώντων συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἡδίω, ἐπειδὴ εἴωθας τοὺς πεποιθόταςἐπὶ σοὶ πάσης αἰσχύνης ἐλευθεροῦν. ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβίδ ,ὃς ἐν τῷ πεντηκοστῷ λέγει ψαλμῷ ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. . καὶ πάλιν ἐκ προσώπου τοῦ θεοῦ· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με. καὶ μετὰ βραχέα· θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς ἐν ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου . ταῦτα δεδιδαγμένος ὁ θεῖος οὗτος ἀνὴρ τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσηςδεχθῆναι θυσίας ἱκέτευσεν. εἶτα ἐπάγει·