Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 39-2
Not analysed yet
καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, ὃν ἐγνώρισε, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις. ἀναστήσει γάρ φησιν ἑαυτῷ ναοὺς καὶ ἀργύρῳ, καὶ χρυσῷ καὶ λίθοις τιμίοις αὐτοὺς καλλωπίσει, καὶ ὑποτάξει αὐτοῖς πολλούς, τοὺς ἐξαπατωμένους δηλονότι τοῖς τέρασιν, ἢ ταῖς κολάσεσι χαυνουμένους. ἀλλὰ καὶ γῆν διέλει ἐν δώροις· τοῖς γὰρ ὑπηκόοις καὶ ἀσεβεῖν αἱρουμένοις, καὶ γῆν δωρήσεται πλείστην.