Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-3
Not analysed yet
ἐν αὐτῇ γάρ φησι τῇ ὥρᾳ ἐξῆλθον ἀστράγαλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. ἐπειδὴ γὰρ τὰ ἐνεργείας ἁπάσης ἐστερημένα ὕμνησεν εἴδωλα, καὶ τοῦ τῶν ἁπάντων θεοῦ κατεφρόνησε, διδάσκει αὐτὸν ὁ τῶν ὅλων δημιουργὸς τῆς θείας αὑτοῦ φύσεως τὸ ἀόρατον καὶ ἀσώματον. μόνους γὰρ αὐτῷ δακτύλους ὑποδείκνυσι γράφοντας, παιδεύων αὐτὸν, ὡς οὐδ’ ἂν τούτους ἐθεάσατο, εἰ μὴ παρέσχεν αὐτὸς τῆς χρείας τὴν ἀφορμήν· μεγίστην δὲ καὶ οἱ σύσσιτοι ἐντεῦθεν ὠφέλειαν ἐλάμβανον, διδασκόμενοι τοῦ μὲν θεοῦ πρὸς τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ, τὸ δυνατόν· τῶν δὲ ὑπ’ αὐτῶν ὑμνηθέντων θεῶν, πρὸς τῷ ὑλικῷ καὶ ἀψύχῳ, τὸ παντελῶς ἀσθενές τε καὶ ἀδρανές. ὅτι δὲ πολὺ δέος ἅπασιν ἐνειργάσατο τοῦτο τὸ θαῦμα, ὁ προφήτης μεμαρτύρηκεν, οὕτως εἰπών·