Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-7
Not analysed yet
ἡμάρτομεν γάρ φησιν, ἠδικήσαμεν, ἠσεβήσαμεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου. σφόδρα δὲ προσφόρως ἐπὶ τοῦ θεοῦ τὰς ἐντίμους ἐκείνας καὶ θαυμαστὰς τεθεικὼς προσηγορίας, τὰς ἐκ διαμέτρου ἐναντίας σφίσιν αὐτοῖς ἐπιτέθεικεν. οὐκ ἠρκέσθη δὲ τῷ εἰπεῖν ἡμάρτομεν, ἀλλὰ καὶ προσέθηκεν ἠδικήσαμεν ἠσεβήσαμεν ἀγνώμονες περὶ τὰς σὰς εὐεργεσίας γενόμενοι. ἠσεβήσαμεν δὲ ἄλλους ἀντὶ σοῦ θεοὺς προελόμενοι, ἀψύχους, ἀναισθήτους οὐδεμίαν κεκτημένους ἰσχύν. εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γινομένην τοῦ θεοῦ κηδεμονίαν, καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε·