Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-5
Not analysed yet
τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ διετάρασσον αὐτόν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ τοῦτο τούτῳ συνεκρούοντο. εἰ δὲ δακτύλων μόνων γραφόντων θεωρία οὕτως ἐξεδειμάτωσε τὸν τὴν μεγίστην διέποντα βασιλείαν, ὡς καὶ τῶν ἄρθρων τὰς ἁρμονίας ὑπὸ τοῦ δέους διαλυθῆναι, κλόνον τε καὶ τρόμον ὑπομεῖναι τὰ μέλη, τί οὐκ ἂν ὑπέμενεν ὁ θεομισὴς πρηστῆρας ἢ κεραυνοὺς θεασάμενος, ἢ ἀγγέλους βλοσυρὸν βλέποντας, καὶ τῷ καινοπρεπεῖ τῶν σχημάτων δεδιττομένους. τούτων γὰρ τὴν θέαν οὐδὲ ὁ μέγας δανιὴλ ἀδεῶς ἐνεγκεῖν ἠδυνήθη. ἀληθῶς, τί ὑπερηφανεύεται γῆ καὶ σποδός; τοσούτου τοίνυν δέους ἀναπλησθεὶς,