Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-7
Not analysed yet
καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ πρὸς τοὺς ἄρχοντας ἡμῶν, καὶ πατέρας καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς. οὐ γὰρ ἐπαύσατό σου ἡ χάρις ἐποπτεύουσά τε ἡμᾶς, καὶ διὰ τῶν προφητῶν διαλεγομένη, ποτὲ μὲν βασιλεῦσι καὶ ἄρχουσι, ποτὲ δὲ ἱερεῦσι καὶ διδασκάλοις –τούτους γὰρ πατέρας ἐκάλεσε –,πολλάκις δὲ καὶ παντὶ τῷ λαῷ· ἀλλὰ καὶ τούτων οὕτω γινομένων ἡμεῖς διετελέσαμεν ἀντιλέγοντες. διὸ εἰκότως προστέθεικεν·