Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-9
Not analysed yet
καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται καὶ θυγάτηρ τοῦ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ, τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ. μετὰ τὴν τοῦ φιλοπάτορος πτολεμαίου τελευτὴν ἐβασίλευσε πτολεμαῖος ὁ υἱὸς αὐτοῦ ὁ ἐπιφανὴς προσαγορευόμενος· τοῦτο οὖν λέγει ὅτι μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται καὶ διδάσκων, πῶς συμμιγήσονται, θυγάτηρ φησὶ τοῦ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ, τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ. βασιλέα δὲ τοῦ βορρᾶ τὸν ἀντίοχον λέγει, οὐ τὸν ἐπιφανῆ, ἀλλὰ τὸν καλούμενον μέγαν, τὸν τοῦ ἐπιφανοῦς ἀντιόχου πατέρα· οὗτος γὰρ ἦν τοῖς πτολεμαίοις ἐκείνοις ὁμόχρονος. καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ καὶ παραδοθήσεται αὕτη, καὶ οἱ φέροντες αὐτήν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς. ἀλλ’ ὁ μὲν γάμος φησὶ γενήσεται, οὐ μὴν ἐπὶ πολὺ διαρκέσει τὸ συνοικέσιον, ἀλλ’ ἀποδοθήσεται τῷ πεπομφότι αὐτὴν διὰ τῶν ἀγαγόντων αὐτήν μετὰ τῶν προσενηνεγμένων αὐτῇ. τοῦτο γὰρ λέγει· καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς ,ὁ τὸν γάμον ἰσχυρόν τε καὶ ποθεινὸν ἐργαζόμενος πλοῦτος.