Ancient Greek · ~4 min
54 to 57
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 54-57
Not analysed yet
εὐλογητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας . εἶτα δεικνῦντες τίνα θρόνον καλοῦσιν, εὐθὺς ἐπιφέρουσιν· εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβίμ, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας . καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μηδεμία τοῖς ἀκούουσιν ἐντεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν θεόν, θεραπεύουσι τὸν ἀκροατὴν λέγοντες· εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας . πανταχοῦ γάρ, φησίν, εἶ καὶ τὰ σύμπαντα πληροῖς καὶ πᾶσαν περιέχεις τὴν κτίσιν. οὕτως ὑμνήσαντες καλοῦσιν ἅπασαν τὴνγενητὴν φύσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας οὐ μόνον τὴν λογικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον. εὐλογεῖτε γάρ φησιν πάντα τὰ ἔργα κυρίου, τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας . καὶ οὐκ ἀνέχονται τῆς κοινῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον συγκαλοῦσι καὶ οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν.