Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 58
Not analysed yet
εὐλογεῖτε γάρ φησιν ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας . καὶ ἵνα μὴ καθ’ ἕκαστον ἑρμηνεύων, εἰς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον, καλοῦσιν εἰς τὴν χορείαν καὶ οὐρανὸν καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περιπολούσας. καλοῦσιν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους φωστῆρας. καὶ οὐ μόνον τὰ κατ ̓ οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐν τῷ ἀέρι γινόμενα, ὄμβρον καὶ δρόσον καὶ πνεύματα. εἶτα τὰς ἐναντίας ποιότητας· ψῦχος καὶ καῦμα, εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν· πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ φύσεως ὄνομα, τὸ δὲ καῦμα οὐκέτι οὐσία, ἀλλὰ πυρὸς ἐνέργεια. καλοῦσι δὲ καὶ δρόσον καὶ νιφετὸν καὶ πάγον καὶ ψῦχος καὶ πάχνας καὶ χιόνας, ἀστραπὰς καὶ νεφέλας, τὰ συγγενῆ καὶ ὁμόφυλα εἶτα νύκτας καὶ ἡμέρας καὶ τὰ τούτων ποιητικά, φῶς καὶ σκότος τὰ μὲν γὰρ ὀνόματα, τὰ δὲ πράγματα. ἐκάλεσε γάρ, φησίν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα . εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστί, καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκός, καὶ τῆς νυκτὸς ποιητικόν. καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσαν, ἀναγκαίως δεικνύουσι καὶ τὰς τούτων πηγάς.