Ancient Greek
73 to 77
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 73-77
Not analysed yet
εὐλογεῖτε γὰρ, ἔλεγον ,ἀστραπαὶ καὶ νεφέλαι . αἱ μὲν τίκτουσαι, αἰ δὲ τὰς ὠδῖνας προμηνύουσαι. ἀστραπὰς γάρ, φησὶν ὁ προφήτης εἰς ὑετὸν ἐποίησεν · οὕτω μνημονεύσαντες τῶν κατ ̓ οὐρανὸν καὶ ἀέρα καὶἑκάστῳ ὑμνεῖν παρακελευσάμενοι ἐπὶ τὴν κοινὴν μητέρα τὴν γῆν τοῦ ὕμνου μεταφέρουσι τὴν παρακέλευσιν καὶ φασίν εὐλογείτω ἡ γῆ τὸν κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας . εἶτα κατὰ διαίρεσιν. εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν κύριον . ἔπειτα τὰς ταύτης ὠδῖνας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῆ τὸν κύριον . εἶτα τὴν ἀρδείαν, ἧς δέονται· εὐλογεῖτε αἱ πηγαὶ τὸν κύριον . καὶ ἐπειδὴ τῆς κάτω μοίρας ἐστὶ καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ, ἀναγκαίως καὶ τούτων ἐποιήσαντο τὴν μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τροφίμων.