Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-4
Not analysed yet
ἐφώνησεν ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους, χαλδαίους, γαζαρηνούς. ὁ γὰρ φόβος εἰργάζετο τὴν βοήν, καὶ τῆς ψυχῆς ὁ θόρυβος μαθεῖν κατήπειγε τὴν ἀπόφασιν. εἶτα προτίθησιν ἆθλον τῷ τὴν γραφὴν ἀναγινώσκοντι καὶ τὴν ἑρμηνείαν ἐπάγοντι, ἐσθῆτα βασιλικὴν καὶ χρυσοῦν περιδέρραιον, καὶ τὸ τὴν τρίτην ἔχειν τάξιν μετὰ τὸν βασιλέα. ἀλλὰ τῶν μὲν μάγων καὶ χαλδαίων τὸ ἄθεον ἐξηλέγχετο· εὑρεῖν γὰρ οὐκ ἴσχυον τὴν τῶν θείων γραμμάτων ἀνάγνωσιν, καὶ ταῦτα ἄθλου τοσούτου προκειμένου, καὶ λίαν αὐτοὺς προτρέποντος.