Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-7
Not analysed yet
σοὶ κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ ἰούδα, καὶ τοῖς κατοικοῦσιν ἱερουσαλὴμ καὶ παντὶ ἰσραὴλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθετήσει αὐτῶν, ᾗ ἠθέτησάν σε, κύριε. τὰ μὲν γάρ φησιν ὑπὸ σοῦ γεγενημένα δέσποτα, τὴν σὴν κηρύττει δικαιοσύνην· ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν ἐν αἰσχύνῃ γενόμενοι, τῆς ἰδίας ἀγνωμοσύνης κατηγοροῦμεν. σοὶ μὲν γὰρ ἐκ τῆς ἡμετέρας ἀσεβείας οὐδεμία προσεγένετο βλάβη· ἡμεῖς δὲ τῶν σπερμάτων ἐδεξάμεθα τοὺς καρπούς καὶ ἐλεεινῶς, ὅτι τῶν ὁμοφύλων κατηγορῶν καὶ ἑαυτὸν τοῖς παραβάταις συνάπτει.