Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-9
Not analysed yet
καὶ ἀναστήσεταί φησιν ἐκ τοῦ ἄνθους ἐκ τῆς ῥίζης αὐτῆς ἐπὶ τῆς ἑτοιμασίας αὐτοῦ. ἀντὶ τοῦ ἀποδοθήσεται μὲν τῷ γεγεννηκότι, παιδοποιήσει δὲ βασιλέα τῇ βασιλείᾳ τοῦ δεδωκότος ἐναντιωθησόμενον καὶ ἥξει φησὶ πρὸς τὴν δύναμιν. δύναμιν δὲ καλεῖ τὴν ἱερουσαλήμ ,ὡς τῆς θείας χάριτος ἀπολαύουσαν καὶ διὰ τῶν κατὰ καιρὸν γινομένων θαυμάτων τὴν θείαν ὑποδεικνύουσαν δύναμιν. καὶ τοῦτο δὲ ἡμᾶς ἡ τρίτη τῶν μακκαβαίων ἐδίδαξε βίβλος · νενικηκὼς γὰρ παρ’ ἐλπίδα πᾶσαν ἀντίοχον τὸν μέγαν ὁ πτολεμαῖος. ἀφίκετο μὲν εἰς τὰ ἱεροσόλυμα ,προσενήνοχε δὲ τῷ θεῷ θυσίας πολυτελεῖς· πειραθεὶς δὲ τῶν ἀδύτων ἐπιβῆναι τοῦ ναοῦ καὶ τοῖς ἱερεῦσι μεθ’ ἱκετείας ἀπείργουσιν εἶξαι μὴ βουληθείς, μαστιγοῦται μὲν μάστιξιν ἀοράτοις· ἀπειλήσας δὲ τοῖς ἰουδαίοις καταλαμβάνει τὴν ἀλεξάνδρειαν ,καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ, ἃ ἡ ἱστορία διδάσκει. τοῦτο καὶ ἡ προφητεία προλέγει· ἥξει φησὶ πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει. ὑποστηρίγματα δὲ καλεῖ τὰς τὸν φόρον αὐτῷ παρεχούσας πόλεις· οἷον γάρ πως στηρίζει καὶ ὑπερείδει τὴν βασιλείαν τὰ προσφερόμενα τέλη, δι’ ὧν ἡ στρατιωτικὴ τρέφεται δύναμις.