Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8-2
Not analysed yet
καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλισγηθῇ οἱ γὰρ φιλόθεοι οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων θεόν, ἀλλ’ ἔνθα ἂν ἀφίκωνται τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσι, καὶ ἐνκακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν καὶ δημιουργόν ἐνταῦθα δὲ πολλὴν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι καὶ τὴν τοπικὴν τοῦ θεοῦ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν, ὑπὸ νόμοιςἑτέροις ἀναγκαζόμενοι ζῆν τὴν πατρῶαν εὐσέβειαν φυλάττειν σπουδάζουσι καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύναντας σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαι σφίσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλαβεῖν.