Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8-6
Not analysed yet
ἡμῖν φησὶν ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι. ἱκανὸν δὲ τούτων ἕκαστον εἰς ἔλεον ἐπικάμψαι καὶ τὸν ὠμότατον, μήτιγε τὸν ἡμερώτατον καὶ φιλανθρωπότατον. δείκνυσι γὰρ διὰ τῶν λόγων οὐ τοὺς εὐτελεῖς τοῦ λαοῦ καὶ ἀφανεῖς μόνους αἰσχύνης ἀναπλησθέντας, ἀλλὰ καὶ αὐτοὺς τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας καὶ τοὺς ἱερέας· τούτους γὰρ πατέρας ὠνόμασε. καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον προστέθεικεν· οἵτινες ἡμάρτομέν σοι. ἀλλ’ ἡμεῖς μὲν ἀξίους ἐκομισάμεθα τῆς παρανομίας τοὺς καρπούς·