Ancient Greek
Page 9
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 9
Not analysed yet
ϙʹ. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν ὁ θεὸς τὸν Δαυὶδ εἶναι ἀπεφήνατο, πῶς μοιχείαν καὶ φόνον εἰργάσατο; ϙαʹ. Εἰ πάντων βασιλέων Ἰούδα θερμότερον ζῆλον ὁ Ἰωσίας ἐπεδείξατο, τὰς στήλας συντρίψας καὶ τοὺς ναοὺς καὶ βωμοὺς καταστρέψας, ξίφει ἐτελεύτα καὶ υἱοὶ αὐτοῦ ᾐχμαλωτεύθησαν. ϙβʹ. Πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος δι' ἀρᾶς θανατώσας τοὺς παῖδας; ϙγʹ. Εἰ πᾶσα ἀπελήλαται πλάνη διὰ τῆς Χριστοῦ παρουσίας, πῶς διὰ τῶν ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; ϙδʹ. Εἰ οὐδαμοῦ ὀνόματα τῶν δαιμόνων ἡ γραφὴ λέγει, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὄνομα ὠνόμαζον; ϙεʹ. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδωλικαὶ μηδέπω οὖσαι θυσίαι; ϙϛʹ. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ τὰ ἔργα ἐποίησεν; ϙζʹ. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς μετὰ τὸ δεσποτικὸν πάθος πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; ϙηʹ. Τί ἑρμηνεύεται τὸ ὑφὶ τὸ γόμορ τὸ νέβελ ὁ στατὴρ ἡ δραχμὴ καὶ τὰ λοιπά; ϙθʹ. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ σφαγῆς ὁ Χριστὸς ἐθαυματούργει, πῶς μετὰ τοῦτο ἔλεγεν ὁ Ἡρώδης, ὅτι "ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἀνέστη καὶ θαυματουργεῖ"; ρʹ. Εἰ ὁ Χριστὸς γεννηθεὶς κατὰ σάρκα ἁμαρτίαν οὐκ ἐποίησε, πῶς λέγει ἡ γραφή, ὅτι "οὐδείς ἐστι τῶν γεννηθέντων, ὃς οὐχ ἥμαρτε"; ραʹ. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι ἑαυτοῖς καὶ τοῖς παισὶν ἐκ τῆς ἰδίας συγγενείας γαμετὰς εἰλήφασι, πῶς Ἰωσὴφ καὶ Μωυσῆς ἀλλοφύλους ἠγάγοντο;