Ancient Greek
Page 115
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 115
Not analysed yet
σώζεσαν καὶ ἐσάπησαν τῶν αἰγυπτίων οἱ μώλωπες «ἐκ τῆς παμπόλλης πονηρίας. XX Εἰ ὅλον τὸ ὕδωρ εἰς αἷμα μετεβλήθη, πῶς ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως; Ἐπέλαζεν αὐτοῖς καὶ ἡ θάλαττα, τὸ δὲ πότιμον ὕδωρ εἰς αἷμα μετεβλήθη μόνον. ἠδύναντο τοίνυν μετακομίσαι θαλάττιον ὕδωρ εἰς τὰ βασίλεια, καὶ μεταβαλεῖν εἰς τὴν τοῦ αἵματος χροιάν, τοῦ Θεοῦ δηλονότι συγχωροῦντος αὐτοῖς ἐνεργεῖν δι' ἃς εἰρήκαμεν αἰτίας· ἐπισημήνασθαι μέντοι καὶ τοῦτο δεῖ, ὡς τοὺς μὲν βατράχους ἐκ τῶν ὑδάτων ἐξήγαγε, τοὺς δὲ σκνῖπας ἐκ τοῦ χώματος, τὴν δὲ κυνόμυιαν ὅθεν ἠθέλησεν, ἵνα μάθωσιν, ὡς ῥᾴδιον τῷ Θεῷ, καὶ δίχα γῆς, καὶ δίχα ὑδάτων παράγειν ἃ βούλεται. τούτου χάριν καὶ προλέγει τὰς τιμωρίας, ἵνα μὴ ἀπὸ ταὐτομάτου ταῦτα συμβαίνειν τοπάσωσιν, ἀλλὰ γνῶσιν θεηλάτους εἶναι πληγάς. XXI Τί δήποτε μέλλων ἐπιφέρειν τὴν χάλαζαν παρηγγύησεν αὐτοῖς εἰς τοὺς οἴκους τὰ κτήνη συναγαγεῖν; Φιλάνθρωπος ὢν ὁ δεσπότης, ἐλέῳ τὰς τιμωρίας κεράννυσιν. ἄλλως τε καὶ ᾔδει τινὰς ἀξίους φειδοῦς· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή· «ὁ φοβούμενος, γάρ φησι, τὸ ῥῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· ὃς δὲ οὐ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς