Ancient Greek
Page 116
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 116
Not analysed yet
πεδίοις». τὴν δὲ χάλαζαν καὶ τοὺς σκηπτοὺς αὐτοῖς ἐπενήνοχε δεικνύς, ὡς αὐτός ἐστι τῶν στοιχείων ἁπάντων δεσπότης. ἐπειδὴ γὰρ καὶ αἰγύπτιοι καὶ ἕλληνες ἐνόμιζον τοὺς μὲν οὐρανίους, τοὺς δὲ ἐπιγείους, τοὺς δὲ ὑποχθονίους εἶναι θεούς· καὶ τοὺς μὲν τῆς γῆς, τοὺς δὲ τῆς θαλάσσης δεσπόζειν· καὶ τοὺς μὲν τῶν ὀρέων, τοὺς δὲ τῶν πεδίων ἔχειν τὴν ἐξουσίαν—διὸ καὶ οἱ σύροι ἔλεγον «Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων»—· ἀναγκαίως ἄγαν ὁ τῶν ὅλων Θεὸς οὐ μόνον αὐτοὺς διὰ τοῦ ποταμοῦ καὶ τῆς γῆς ἀλλὰ καὶ διὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης ἐπαίδευσε· καὶ οὐρανόθεν αὐτοῖς κεραυνοὺς ἐπαφῆκε, διδάσκων ὡς αὐτός ἐστι τῶν ὅλων ποιητὴς καὶ δεσπότης. τοῦτο γὰρ καὶ ὁ μακάριος εἴρηκε Μωϋσῆς πρὸς αὐτόν· «ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ σὺ καὶ οἱ θεράποντές σου». XXII Διὰ τί τὰ τῶν αἰγυπτίων ἀνεῖλε πρωτότοκα; Ἐπειδὴ πρωτόγονον ὄντα τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἄγαν σκληρῶς ἐκεῖνος ἐδουλαγώγει· τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκεν ὁ δεσπότης Θεός· «υἱὸς πρωτόγονός μου Ἰσραήλ», μάλα δικαίως τὰ τῶν αἰγυπτίων πρωτότοκα θανάτῳ παρέπεμψεν. ἰστέον μέντοι, ὡς ὁ πρωτόγονος καὶ ἀδελφοὺς ἔχει· ὁ γὰρ πρωτόγονος ἢ πρωτότοκος, πολλῶν ἐστι πρῶτος. γινωσκέτω τοίνυν ὁ Ἰσραήλ, ὡς πρῶτος μὲν τοῦ Θεοῦ λαὸς ἐχρημάτισε. πεπιστευκότα δὲ τὰ ἔθνη οὐ μόνον τῆς σωτηρίας τετύχηκεν, ἀλλὰ καὶ τῶν πρωτοτοκίων ἀπήλαυσε· «λαός, γάρ φησι, λαοῦ ὑπερέξει· καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι».