Ancient Greek
Page 117
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 117
Not analysed yet
XXIII Αἰτιῶνταί τινες τὸ προστεταχέναι τὸν Θεὸν τοῖς ἑβραίοις αἰτῆσαι τοὺς αἰγυπτίους σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἐσθῆτα καὶ σκυλεῦσαι τοὺς αἰγυπτίους· οὕτω γὰρ ὁ Σύμμαχος τὸ «σκευάσασθαι» ἡρμήνευσεν. Πολὺν ἐν Αἰγύπτῳ χρόνον ὑπέμεινεν ὁ λαὸς πλινθουργῶν καὶ τειχοποιῶν καὶ πόλεις οἰκοδομῶν. ἠβουλήθη τοίνυν μισθὸν αὐτοὺς τῶν πόνων λαβεῖν ὁ δεσπότης Θεός. διὸ δὴ καὶ ταῦτα δρᾶσαι προσέταξε. καὶ μηδεὶς ἄδικον νομιζέτω, τοῦ Φαραὼ τὸν λαὸν ἠδικηκότος, τοὺς αἰγυπτίους τὸν μισθὸν εἰσπραχθῆναι. ἐκοινώνουν γὰρ κἀκεῖνοι τῆς ἀδικίας μιμούμενοι τὴν τοῦ βασιλέως ὠμότητα. XXIV Διὰ τί φεύγουσιν ἐπιτελέσαι προσέταξε τὴν τοῦ Πάσχα ἑορτήν; Ἀείμνηστον ἠβουλήθη φυλαχθῆναι τῆς σωτηρίας τὴν μνήμην. διάτοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν· «ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστιν τὸ Πάσχα; ἐρεῖς ὅτι· ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγε τοὺς πατέρας ἡμῶν Κύριος ὁ Θεὸς ἐκ γῆς Αἰγύπτου, καὶ ἐρρύσατο τὰ πρωτότοκα ἡμῶν, ἡνίκα ὁ ὀλοθρεύων ἐπάταξε τὰ πρωτότοκα τῶν αἰγυπτίων». τούτου χάριν παρακελεύεται ταύτην ἐπιτελοῦντας τὴν ἑορτὴν τῆς ὁδοιπορίας περικεῖσθαι τὸ σχῆμα· «ἔστωσαν, γάρ φησιν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου». τὸ δὲ Πάσχα ὁ μὲν