Ancient Greek
Page 157
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 157
Not analysed yet
ζῷον ἄνθρωπον ὀνομάζει· «ἄνθρωπος, γάρ φησιν, ἐξ ὑμῶν, ὃς ἐὰν προσφέρῃ δῶρον τῷ Κυρίῳ, ἀπὸ τῶν πτηνῶν, ἀπὸ τῶν βοῶν, ἢ ἀπὸ τῶν προβάτων προσοίσεται αὐτό». τὸν δὲ σεμίδαλιν προσκομίζοντα ψυχὴν καλεῖ· «ἐὰν γὰρ ψυχή, φησί, προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ». ὁ λογικὸς γὰρ τὸ ἄλογον προσφέρει· ἡ δὲ ψυχὴ τὸ ἄψυχον. ἀπαγορεύει δὲ ζυμίτας ἄρτους προσφέρεσθαι, δι' ἣν ἔφην αἰτίαν· οὐδὲν γὰρ ἔχειν δεῖ τῆς αἰγυπτιακῆς πολιτείας. ἀπαγορεύει καὶ μέλι προσφέρεσθαι τῷ βωμῷ· καί τινες μέν φασιν, ὡς τῆς μελίττης καὶ ἀκαθάρτοις τόποις ἐφιζανούσης, καὶ πάντοθεν ἀθροιζούσης τῆς μελιτουργίας τὰς ἀφορμάς· τινὲς δὲ διδάσκεσθαι ἡμᾶς εἰρήκασιν, ἐξ οἰκείων πόνων τὰς θυσίας ἐπιτελεῖν, κατὰ τὴν τοῦ Σολομῶντος παραίνεσιν τὴν λέγουσαν «τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης». ὁ δὲ τῆς μελίττης καρπὸς οὐχ ἡμέτερος, φησίν, πόνος ἀλλ' οὗτος ὁ λόγος οὐκ ἔχει τὸ ἀκριβές. καὶ γὰρ ἡ μελιτουργία τῶν ἀνθρώπων φιλοπονία. οἱ μὲν γὰρ γηπονίας, οἱ δὲ προβατείας φροντίζουσι· καὶ οἱ μὲν ἐμπορίας, οἱ δὲ μελιτουργίας. οἶμαι τοίνυν, διὰ μὲν τῆς ζύμης, τὴν παλαιότητα τῆς πονηρίας αἰνίττεσθαι· διὰ δὲ τοῦ μέλιτος, τὴν ἡδονὴν ἀπαγορεύεσθαι. τοῖς μέντοι ἱερεῦσι καὶ τὰς τούτων ἐκέλευσε προσφέρειν ἀπαρχάς· οὗτοι γὰρ τὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων πρεσβείας προσφέρουσιν· ὅθεν διὰ τοῦ προφήτου ἔφη περὶ αὐτῶν· «ἁμαρτίας λαοῦ μου φάγονται». τοὺς δὲ ἅλας ἐπιβάλλεσθαι τοῖς ἱερείοις κελεύει, τὸ διακριτικὸν τῆς ψυχῆς διὰ τούτων σημαίνων. τούτου ἐστέρητο ἡ τοῦ Κάϊν θυσία διὸ ἤκουσε παρὰ τοῦ τῶν ὅλων Θεοῦ· «οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς». καὶ ὁ θεῖος ἀπόστολος νομοθετεῖ λέγων· «ὁ λό-