Ancient Greek
Page 216
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 216
Not analysed yet
Ἐπειδὴ κατὰ τὸν νόμον ἀκάθαρτος ἦν ὁ ἁπτόμενος ὀστέου νεκροῦ. οὐκοῦν ἡ κάθαρσις τῇ ἀληθείᾳ συμβαίνει· διὰ Χριστοῦ γὰρ ἡ κάθαρσις· τὸ δὲ ἀκάθαρτον εἶναι τῷ νόμῳ· ὁ δὲ νόμος προετύπου τὴν χάριν. καὶ οὗτοι δὲ ἀκάθαρτοι ἦσαν μέχρις ἑσπέρας, τουτέστι μέχρι τοῦ τέλους τοῦ νόμου. ὄρθρῳ γὰρ ἔοικεν ἡ δεσποτικὴ παρουσία. «τοῖς γὰρ ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν», ᾗ φησιν ὁ προφήτης Ἠσαΐας, καὶ ἀλλαχοῦ δὲ αὐτὸς εἴρηκεν ὁ Θεός· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ». καὶ πάλιν· «ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ». XXXVII Τί δήποτε ὠργίσθη τῷ Μωϋσῇ καὶ τῷ Ἀαρὼν ὁ δεσπότης Θεός, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγον; Ἀθυμοῦσιν αὐτοῖς διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν ἐπέκειντο, διὰ τὴν τοῦ ὕδατος στασιάζοντες σπάνιν. δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν, ἀμφιβόλοις ἐχρήσαντο ῥήμασιν τὸ ὕδωρ ἐξαγαγόντες. ἔφη γὰρ οὕτως ὁ νομοθέτης· «ἀκούσατέ μου, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ»; τούτου χάριν ὁ δεσπότης Θεὸς τὴν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον· ἔφη δὲ οὕτως· «ὅτι οὐκ ἐπιστεύσατέ μοι, ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ· διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς». τοῦτο καὶ μελῳδῶν ὁ θεῖος εἶπε Δαβίδ· «καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ», καὶ «διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ». ὀργιζόμενος γὰρ ἐκείνοις, ἀμφιβόλως τὸν λόγον προήνεγκε· καὶ ἦν οὐ τῆς ψυχῆς, ἀλλὰ τῆς γλώττης ἡ ἀμφιβολία. τοῦτο γὰρ ἔφη,