Ancient Greek
Page 222
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 222
Not analysed yet
ἄμαχον ἔχουσι δύναμιν ὑπὸ τοῦ Θεοῦ τειχιζόμενοι, τὴν διὰ τῆς ἀκολασίας αὐτοῖς ἀσέβειαν ἐπενόησεν· ἵνα διὰ τὴν ἀσέβειαν τῆς θείας γυμνωθέντες ἐπικουρίας εὐάλωτοι γένωνται. καὶ τοῖς μαδιανίταις ὑπέθετο, μὴ τοὺς ἄνδρας κατ' αὐτῶν, ἀλλὰ τὰς γυναῖκας ὁπλίσαι, γενέσθαι δὲ αὐτοῖς ὅπλον τὴν τοῦ σώματος ὥραν καὶ τῶν λόγων τὸ δέλεαρ, ἵνα δελεασθέντες ὑπὸ τοῦ κάλλους, καὶ τοῖς λόγοις καταθελχθέντες, τοῖς ἐκείνων εἰδώλοις λατρεύσωσι. καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Μωϋσῆς, μετὰ τὴν κατὰ τῶν μαδιανιτῶν νίκην ἐπιμεμψάμενος τοῖς τὰς γυναῖκας ζωγρήσασιν. ἔφη γὰρ οὕτως· «ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραήλ, κατὰ τὸ ῥῆμα Βαλαάμ, τοῦ ἀποστῆναι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου». Φογὼρ δὲ τοῦ εἰδώλου τὸ ὄνομα. ταύτης τῆς ἀσεβείας καὶ ὁ θεῖος ἐμνήσθη Δαβίδ· «καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν». τούτου χάριν καὶ ἐχθραίνειν τοῖς μαδιηναίοις προσέταξεν ὁ Θεός, «ὅτι ἐχθραίνουσιν αὐτοί, φησίν, ὑμῖν ἐν δολιότητι διὰ Φογώρ». τοῦ μέντοι λαοῦ ἡμαρτηκότος, οἱ ἄρχοντες ἐκρεμάσθησαν, ὡς ὁ Σύμμαχος ἔφη, ὡς μὴ ἐξάραντες τὸ πονηρὸν ἐξ αὐτῶν. τὸ δὲ «ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ», ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «καὶ ὑψωθήσεται ὑπὲρ Ὢγ βασιλεὺς αὐτοῦ». δηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοῦ Ὢγ ἐπιστρατεύσαντος περιέσονται διὰ τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστήσαντα βασιλέα. XLV Τίνος ἕνεκα πάλιν ἀριθμηθῆναι προσέταξε ὁ Θεὸς τὸν λαόν;