Ancient Greek
Page 246
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 246
Not analysed yet
Φιλανθρωπίαν παιδεύει. εἰ γὰρ τοὺς τεκόντας λάβοι, καὶ καταλίποι τοὺς νεοττούς, ἀπολοῦνται πάντως, οὐκ ὄντος τοῦ τρέφοντος. εἰ δὲ καὶ τούτους κἀκείνους θηρεύσοι, διαφθαρήσεται δηλονότι τῶν ὀρνίθων τὸ γένος, εἰ πάντες τὰ ὅμοια δράσαιεν. XXII Τίνος χάριν στεφάνην τῷ δώματι γενέσθαι παρεκελεύσατο; Ἐδίδαξε τὰ ἑξῆς. ἔφη γάρ, «καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πέσων ἀπ' αὐτοῦ». λόγῳ γὰρ ἡμᾶς τιμήσας, βούλεται τούτῳ εἰς δέον κεχρῆσθαι, καὶ πάντων προμηθεῖσθαι, καὶ μὴ ἀνοήτως πάντων παραχωρεῖν τῷ Θεῷ· ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέροντας ἀναμένειν τὴν ἐκεῖθεν βοήθειαν. οὕτω σπείροντες οὐ θαρροῦμεν τῇ γῇ, ἀλλὰ τὴν θείαν φιλανθρωπίαν προσμένομεν· καὶ χρώμενοι ἰατροῖς, ἴσμεν ὅτι τοῦ Θεοῦ τὸ διὰ τούτων ἰάσασθαι. τοσαῦτα γὰρ ἡ τέχνη δύναται, ὅσαπερ ὁ ταύτην δεδωκὼς βούλεται. XXIII Τί ἐστιν, «οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα, καὶ τὸ σπέρμα, ὃ ἂν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου». Καὶ τὴν ἀπληστίαν ἐκκόπτει, καὶ αὐτῶν προμηθεῖται τῶν γεωργούντων. πλείονα γὰρ ἡ γῆ σπέρματα δεχομένη, ἐξιτήλους δίδωσι τοὺς καρπούς. κελεύει τοίνυν μήτε ἀναμεμιγμένα σπέρματα καταβάλλειν, μήτε μὴν τὰς ἀμπέλους σπείρειν. εἶτα τῷ παραβαίνοντι δίδωσιν ἐπιτίμιον, τὴν τοῦ κέρδους κολάζων ἐπιθυμίαν. ἐκέλευσε γὰρ αὐτῷ τὰ τοιαῦτα προσφέρεσθαι. τοῦτο γὰρ εἶπεν· «ἵνα μὴ ἁγιασθῇ τὸ γένημα».