Ancient Greek
Page 62
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 62
Not analysed yet
ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν». ἐκ τῆς θείας ἀποκρίσεως ἔστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως· ἐπειδὴ γὰρ εἶπε· «κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν», ἐδιδάχθη ὅσον μὲν παροικήσουσι χρόνον καὶ ὅπως ταλαιπωρήσουσιν, ὅσης τε ἀξιωθήσονται προμηθείας, τῶν μὲν πολεμήσειν ἐθελόντων αὐτοῖς κολασθησομένων, τούτων δὲ τὰ ἐκείνων καρπωσαμένων καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον. ἐδίδαξε δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν, ἵνα μή τις τοπάσῃ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν δεσπότην Θεὸν τῆς γῆς αὐτοῖς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν· ἔφη δὲ οὕτως· «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν». οὐδέπω, φησίν, ἄξια πανωλεθρίας δεδράκασιν· οὐ χρὴ δὲ πρὸ τῆς ἁμαρτίας ἐκ προγνώσεως ἐπενεχθῆναι τὴν τιμωρίαν· ὅτι δὲ εἶχον κατ' ἐκεῖνον τὸν καιρὸν εὐσεβεῖς, δῆλον ἐκ τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ καὶ τῶν τὴν Χεβρὼν οἰκούντων. καὶ γὰρ ἐκεῖνοι πολλῆς τὸν πατριάρχην θεραπείας ἠξίωσαν· καὶ ἔστιν ἀκοῦσαι αὐτῶν βοώντων· «βασιλεὺς εἶ σὺ παρὰ Θεοῦ ἐν ἡμῖν. ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου». LXVII Διὰ τί δὲ τυθῆναι προσέταξε «δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα» καὶ τὰ ἑξῆς;