Ancient Greek
Page 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 80
Not analysed yet
καὶ Θεόν· «ἐγὼ γάρ εἰμι, φησίν, ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ». εἶδε δὲ ἀγγέλους μὲν ἀνιόντας καὶ κατιόντας διὰ τῆς κλίμακος, τὸν δὲ Κύριον ἄνω ἐστηριγμένον· τοῦτον ἐνταῦθα καὶ ἄγγελον ὠνόμασε καὶ Θεόν· Θεὸν μὲν ὡς τοῦτο τὴν φύσιν ὄντα, ἄγγελον δὲ ἵνα γνῶμεν ὡς οὐχ ὁ πατήρ ἐστιν ὁ ὀφθείς, ἀλλ' ὁ μονογενὴς υἱός. τίνος γὰρ ἄγγελος ὁ πατήρ; ὁ δὲ υἱὸς καὶ Θεὸς καὶ «μεγάλης βουλῆς ἄγγελος»· αὐτὸς γὰρ ἡμῖν ἀπήγγειλε τοῦ πατρὸς τὰ μυστήρια· «ἃ γὰρ ἤκουσα, φησί, παρὰ τοῦ πατρός μου, ἐγνώρισα ὑμῖν». οὕτω τὸν κεκληκότα τὸν Ἀβραὰμ καὶ ἄγγελον ὠνόμασε καὶ Θεόν. XCI Τίς ὁ σκοπὸς τῆς τῶν εἰδώλων κλοπῆς; Τινὲς ἔφασαν ἔτι διακειμένην περὶ αὐτὰ τὴν Ῥαχὴλ κεκλοφέναι αὐτά· ἐγὼ δὲ τοὐναντίον ὑπολαμβάνω, ὅτι καὶ τὸν πατέρα τῆς δεισιδαιμονίας ἐλευθερῶσαι βουλομένη σεσύληκεν αὐτά· τὸ γὰρ εὐσεβὲς αὐτῆς ἡ θεία διδάσκει γραφή· «ἐμνήσθη, γάρ φησιν, ὁ Θεὸς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν». ἀκούσασα γὰρ παρὰ τοῦ Ἰακὼβ «μὴ ἀντὶ Θεοῦ σοι ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας»; δῆλον ὅτι σπουδαιοτέραν τῷ Θεῷ προσενήνοχε προσευχὴν καὶ ἐτετυχήκει τῆς αἰτήσεως. καὶ μέντοι καὶ τεκοῦσα δεδήλωκε τὴν εὐσέβειαν· «εἶπε, γάρ φησι, Ῥαχήλ· ἀφεῖλε μου ὁ Θεὸς τὸ ὄνειδος· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα· προσθήτω μοι ὁ Θεὸς υἱὸν ἕτερον». πῶς τοίνυν ταύτην ἔχουσα περὶ τὸν Θεὸν τὴν διάθεσιν, τοῖς οὐκ οὖσι θεοῖς δουλεύειν ἠνείχετο; ἐγὼ δὲ οἶμαι καὶ ἕτερον ἐντεῦθεν προδηλοῦσθαι· τύπον γὰρ εἶχεν ὁ Ἰακὼβ τοῦ τῶν ὅλων Θεοῦ· δύο γὰρ καὶ ὁ Θεὸς ἔσχε