Ancient Greek
Page 81
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 81
Not analysed yet
λαούς, τὸν μὲν πρεσβύτερον, κάλυμμα ἔχοντα ἐπὶ τὴν καρδίαν· τὸν δὲ νεώτερον, τὸ τῆς πίστεως περικείμενον κάλλος. καὶ ὁ Ἰακὼβ δύο γυναῖκας· τὴν μὲν Λείαν ἀσθενεῖς ἔχουσαν ὀφθαλμούς, τὴν δὲ Ῥαχὴλ καλὴν τῷ εἴδει καὶ ὡραίαν τῇ ὄψει σφόδρα, καὶ πολύπαιδα μὲν τὴν πρεσβυτέραν, στερίφην δὲ τὴν νεωτέραν. καὶ γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν πάλαι, ἀλλ' ἐγένετο μετὰ ταῦτα πολύπαις· «εὐφράνθητι, γάρ φησι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». ἐπειδὴ τοίνυν ἡ ἐκκλησία τῷ σωτῆρι πεπιστευκυῖα Θεῷ, τὴν προγονικὴν πρόρριζον ἀνέσπασε πλάνην, τύπος δὲ ταύτης ἐτύγχανεν οὖσα ἡ Ῥαχήλ, κέκλοφε τὰ εἴδωλα τοῦ πατρὸς ἵνα τὴν ἀλήθειαν κἂν τούτῳ σκιαγραφήσῃ. XCII Τί ἐστιν, «ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ»; Φόβον τοῦ Ἰσαὰκ τὴν εὐσέβειαν ἐκάλεσε, τουτέστι τὸν Θεὸν οὗ τὸν φόβον ἐν τῇ ψυχῇ περιέφερεν. XCIII Τίνος ἕνεκα παλαίει τῷ Ἰακὼβ ὁ ἄγγελος; Δεδιότι τὸν ἀδελφὸν θάρσος ἐντίθησι· διά τοι τοῦτο καὶ τῆς νίκης αὐτῷ παρεχώρησε μονονουχὶ λέγων· ἐμὲ νενίκηκας καὶ ἄνθρωπον δέδοικας; ἵνα δὲ μὴ μέγα φρονῇ δόξας νενικηκέναι Θεόν, τῇ ἁφῇ τοῦ μηροῦ τὸ ἐθελούσιον τῆς ἥττης ἐδήλωσε· τῇ γὰρ ἁφῇ τὴν νάρκην εἰργάσατο. γνοὺς δὲ τοῦ ἐπιφανέντος τὴν δύναμιν, τὴν εὐλογίαν αἰτεῖ· ὁ δὲ καὶ τὴν αἴτησιν δίδωσι καὶ τὴν προσηγορίαν ἀμείβει· «οὐκέτι, γάρ φησι, κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ». ἔδειξε δὲ καὶ