Ancient Greek
Page 82
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 82
Not analysed yet
τὴν αἰτίαν τῆς νίκης· μὴ δείσῃς γάρ, φησίν, ἄνθρωπον, ἐμοῦ σοι τῆς νίκης παραχωρήσαντος· διέμεινε δὲ καὶ μετὰ τὴν ἐγρήγορσιν ὁ μηρὸς ναρκῶν τε καὶ ὑποσκάζων, ἵνα μὴ φαντασίαν ὑπολάβῃ τὴν ὄψιν, ἀλλ' ἀκριβέστερον γνῷ τοῦ ἐνυπνίου τὸ ἀληθές. διὰ τοῦτο καὶ ἐρωτήσας τίνα προσηγορίαν ἔχει, οὐ μόνον διαμαρτάνει τῆς αἰτήσεως, ἀλλὰ καὶ ἐπιπλήττεται, ὡς ὑπερβὰς τὰ μέτρα τῆς φύσεως· «ἵνα τί, γάρ φησι, ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτο θαυμαστόν». ἐπισημαντέον δὲ κἀνταῦθα, ὡς τὸν αὐτὸν καὶ ἄνθρωπον ἐκάλεσε καὶ Θεόν· «ἐνίσχυσας, γὰρ ἔφη, μετὰ Θεοῦ». καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». καὶ πάλιν· «ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ Εἶδος τοῦ Θεοῦ». διὰ τούτων δὲ πάντων μανθάνομεν, ὡς ὁ μονογενὴς υἱὸς καὶ Θεὸς ἐπεφάνη κἀνταῦθα τῷ Ἰακώβ. XCIV Τί ἐστιν «οὗτός ἐστιν ὁ Ἀϊνὰν ὃς εὗρεν τὸν Ἰαμὴν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ»; Ὁ Σύρος λέγει πηγὴν αὐτὸν εὑρηκέναι· ἡ γὰρ πηγὴ αἰνὰ καλεῖται τῇ Σύρων φωνῇ. XCV Ὁ Ἰὼβ πόθεν κατάγει τὸ γένος; Ἀπὸ τοῦ Ἡσαῦ· τοῦτο γὰρ καὶ ἡ κατ' αὐτὸν ἱστορία διδάσκει· «ἄν-